Add parallel Print Page Options

42 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ [a]ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται. 43 ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ. 44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ [b]οὐ δοκεῖτε ὥρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ [c]κύριος ἐπὶ τῆς [d]οἰκετείας αὐτοῦ τοῦ [e]δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; 46 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει [f]οὕτως ποιοῦντα· 47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 48 ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει [g]μου ὁ κύριος, 49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους [h]αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων, 50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, 51 καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

25 Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας [i]ἑαυτῶν ἐξῆλθον εἰς [j]ὑπάντησιν τοῦ νυμφίου. πέντε δὲ [k]ἐξ αὐτῶν ἦσαν [l]μωραὶ καὶ πέντε φρόνιμοι. [m]αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς [n]ἀγγείοις μετὰ τῶν λαμπάδων [o]ἑαυτῶν. χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ [p]νυμφίος, ἐξέρχεσθε εἰς ἀπάντησιν [q]αὐτοῦ. τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας [r]ἑαυτῶν. αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· Μήποτε [s]οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· [t]πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. 10 ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. 11 ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε κύριε, ἄνοιξον ἡμῖν· 12 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. 13 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν [u]ὥραν.

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:42 ἡμέρᾳ WH Treg NIV ] ὥρᾳ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:44 οὐ δοκεῖτε ὥρᾳ WH Treg NIV ] ὥρᾳ οὐ δοκεῖτε RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:45 κύριος WH Treg NIV ] + αὐτοῦ RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:45 οἰκετείας WH Treg NIV ] θεραπείας RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:45 δοῦναι WH Treg NIV ] διδόναι RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:46 οὕτως ποιοῦντα WH Treg NIV ] ποιοῦντα οὕτως RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:48 μου ὁ κύριος WH Treg NIV ] ὁ κύριός μου ἐλθεῖν RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:49 αὐτοῦ ἐσθίῃ δὲ καὶ πίνῃ WH Treg NIV ] ἐσθίειν δὲ καὶ πίνειν RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:1 ἑαυτῶν WH Treg NIV ] ἀυτῶν RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:1 ὑπάντησιν WH Treg NIV ] ἀπάντησιν RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:2 ἐξ αὐτῶν ἦσαν WH Treg NIV ] ἦσαν ἐξ αὐτῶν RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:2 μωραὶ καὶ πέντε φρόνιμοι WH Treg NIV ] φρόνιμοι καὶ αἱ πέντε μωραί RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:3 αἱ γὰρ WH Treg NIV ] Αἵτινες RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:4 ἀγγείοις WH Treg NIV ] + αὐτῶν RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:4 ἑαυτῶν WH NIV ] αὐτῶν Treg RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:6 νυμφίος WH Treg NIV ] + ἔρχεται RP
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:6 αὐτοῦ Treg NIV RP ] WH
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:7 ἑαυτῶν WH Treg NIV ] ἀυτῶν RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:9 οὐ μὴ WH Treg NIV ] οὐκ RP
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:9 πορεύεσθε WH Treg NIV ] + δὲ RP
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:13 ὥραν WH Treg NIV ] + ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται RP